Livre du Deutéronome
32,15 καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ. ( ) 32,16 παρώξυνάν με ἐπ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με· ( ) 32,17 ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. ( ) 32,18 θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε. ( ) 32,19 καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων ( )

32,20 καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ ἐσχάτων· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.


( )
32,21 αὐτοὶ παρεζήλωσάν με ἐπ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ οὐκ ἔθνει, ἐπ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. ( ) 32,22 ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. ( ) 32,23 συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς. ( ) 32,24 τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς. ( ) 32,25 ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβύτου. ( )



trouve dans 1 passage(s): Le cantique de Moïse,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: