Livre du Deutéronome
32,12 κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ αὐτῶν θεὸς ἀλλότριος. ( ) 32,13 ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας, ( ) 32,14 βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον. ( ) 32,15 καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ. ( ) 32,16 παρώξυνάν με ἐπ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με· ( )

32,17 ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.


2507 Bible des peuples sur verset 2018-11-24: Ils ont offert des sacrifices à des démons. Les idoles sont souvent considérées comme des œuvres mortes. Mais parfois l’idole est vue comme un piège qui permet à un démon de se faire adorer à travers elle ( Baruch 4.7 ; Psaume 106(105).37 et 1Corinthiens 10.20).

( )
32,18 θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε. ( ) 32,19 καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων ( ) 32,20 καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ ἐσχάτων· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς. ( ) 32,21 αὐτοὶ παρεζήλωσάν με ἐπ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ οὐκ ἔθνει, ἐπ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. ( ) 32,22 ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. ( )



trouve dans 1 passage(s): Le cantique de Moïse,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: