Livre du Deutéronome
30,13 οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν., καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν, καὶ ποιήσομεν. ( Rm 10,7 , ) 30,14 ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν. ( Ps 80,11 , ) 30,15 Ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν. ( Ps 1,1 , ) 30,16 ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ, καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε κύριος ( ) 30,17 καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς, ( )

30,18 ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.


( )
30,19 διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν Τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωήν, ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου, ( ) 30,20 ἀγαπᾶν κύριον τὸν θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς. ( ) 31,1 Καὶ συνετέλεσεν Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ· ( ) 31,2 καὶ εἶπεν πρὸς αὐτούς Ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον, οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι, κύριος δὲ εἶπεν πρός με Οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον. ( ) 31,3 κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησεν κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: