Livre du Deutéronome
30,2 καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ( ) 30,3 καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ. ( ) 30,4 ἐὰν ᾖ ἡ διασπορά σου ἀπ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε κύριος ὁ θεός σου, καὶ ἐκεῖθεν λήμψεταί σε κύριος ὁ θεός σου· ( ) 30,5 καὶ εἰσάξει σε κύριος ὁ θεός σου εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου. ( ) 30,6 καὶ περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ. ( )

30,7 καὶ δώσει κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε.


( )
30,8 καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ( ) 30,9 καὶ πολυωρήσει σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου· ὅτι ἐπιστρέψει κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ το ( ) 30,10 ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ( ) 30,11 Ὅτι ἡ ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ. ( ) 30,12 οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν., καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν. ( Rm 10,6 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: