Livre du Deutéronome
26,11 καὶ εὐφρανθήσῃ ἐν πᾶσιν τοῖς ἀγαθοῖς, οἷς ἔδωκέν σοι κύριος ὁ θεός σου καὶ τῇ οἰκίᾳ σου, σὺ καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί. ( ) 26,12 Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων τῆς γῆς σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσίν σου καὶ ἐμπλησθήσονται. ( ) 26,13 καὶ ἐρεῖς ἐναντίον κυρίου τοῦ θεοῦ σου Ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τὰς ἐντολάς, ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην· ( ) 26,14 καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ αὐτῶν τῷ τεθνηκότι· ὑπήκουσα τῆς φωνῆς κυρίου τοῦ θεοῦ μου, ἐποίησα καθὰ ἐνετείλω μοι. ( ) 26,15 κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ισραηλ καὶ τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι. ( )

26,16 Ἐν τῇ ἡμέρᾳ ταύτῃ κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα ταῦτα καὶ τὰ κρίματα, καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.


( )
26,17 τὸν θεὸν εἵλου σήμερον εἶναί σου θεὸν καὶ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ· ( ) 26,18 καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπέν σοι, φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ ( ) 26,19 καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν, εἶναί σε λαὸν ἅγιον κυρίῳ τῷ θεῷ σου, καθὼς ἐλάλησεν. ( ) 27,1 Καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. ( ) 27,2 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: