Livre du Deutéronome
26,3 καὶ ἐλεύσῃ πρὸς τὸν ἱερέα, ὃς ἐὰν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐρεῖς πρὸς αὐτόν Ἀναγγέλλω σήμερον κυρίῳ τῷ θεῷ μου ὅτι εἰσελήλυθα εἰς τὴν γῆν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν. ( ) 26,4 καὶ λήμψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ σου, ( ) 26,5 καὶ ἀποκριθήσῃ καὶ ἐρεῖς ἔναντι κυρίου τοῦ θεοῦ σου Συρίαν ἀπέβαλεν ὁ πατήρ μου καὶ κατέβη εἰς Αἴγυπτον καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριθμῷ βραχεῖ καὶ ἐγένετο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πλῆθος πολὺ καὶ μέγα· ( Gn 12,2 , Gn 46,3 ) 26,6 καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ ἐταπείνωσαν ἡμᾶς καὶ ἐπέθηκαν ἡμῖν ἔργα σκληρά· ( ) 26,7 καὶ ἀνεβοήσαμεν πρὸς κύριον τὸν θεὸν τῶν πατέρων ἡμῶν, καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ εἶδεν τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν μόχθον ἡμῶν καὶ τὸν θλιμμὸν ἡμῶν· ( )

26,8 καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύι μεγάλῃ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι αὐτοῦ τῷ ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασιν


5027 La Haggada, Rivon Krygier sur verset 2020-05-21: La question de savoir si Dieu agit seul ou bien avec l'assistance d'entités célestes (anges) a fait l'objet d'avis divers et contrastés dans la tradition juive. Le midrach de la Haggada exprime la position la plus tranchée en insistant énergiquement sur l'intervention exclusive de Dieu. Le soucis est sans doute ici de ne pas relativiser l'importance de l'action divine. Le message est que la sortie d'Egypte n'est pas un avant-goût d'une libération d'une autre nature, mais bien une étape décisive et constitutive de la rédemption ultime. A noter au passage que Moïse n'est jamais cité dans la Haggada. Ceci sans doute en réaction au christianisme (voir notamment la position de Paul en Ga 3,19-22) ou au développement de la gnose.

( Is 63,9 , )
26,9 καὶ εἰσήγαγεν ἡμᾶς εἰς τὸν τόπον τοῦτον καὶ ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην, γῆν ῥέουσαν γάλα καὶ μέλι· ( ) 26,10 καὶ νῦν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γενημάτων τῆς γῆς, ἧς ἔδωκάς μοι, κύριε, γῆν ῥέουσαν γάλα καὶ μέλι. καὶ ἀφήσεις αὐτὰ ἀπέναντι κυρίου τοῦ θεοῦ σου καὶ προσκυνήσεις ἐκεῖ ἔναντι κυρίου τοῦ θεοῦ σου· ( ) 26,11 καὶ εὐφρανθήσῃ ἐν πᾶσιν τοῖς ἀγαθοῖς, οἷς ἔδωκέν σοι κύριος ὁ θεός σου καὶ τῇ οἰκίᾳ σου, σὺ καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί. ( ) 26,12 Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων τῆς γῆς σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσίν σου καὶ ἐμπλησθήσονται. ( ) 26,13 καὶ ἐρεῖς ἐναντίον κυρίου τοῦ θεοῦ σου Ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τὰς ἐντολάς, ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην· ( )



trouve dans 1 passage(s): Bénédictions,
trouve dans 1 liturgie(s): Dimanche-1-Carême annee C,
trouve dans 0 document(s) de référence: