Livre du Deutéronome
22,27 ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν, ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ. ( ) 22,28 Ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετ αὐτῆς καὶ εὑρεθῇ, ( ) 22,29 δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή, ἀνθ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον. ( ) 23,1 Οὐ λήμψεται ἄνθρωπος τὴν γυναῖκα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἀποκαλύψει συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ. ( ) 23,2 Οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου. ( )

23,3 οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου.


( )
23,4 οὐκ εἰσελεύσεται Αμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν κυρίου· καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα ( ) 23,5 παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλααμ υἱὸν Βεωρ ἐκ τῆς Μεσοποταμίας καταράσασθαί σε· ( ) 23,6 καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου εἰσακοῦσαι τοῦ Βαλααμ, καὶ μετέστρεψεν κύριος ὁ θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέν σε κύριος ὁ θεός σου. ( ) 23,7 οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα. ( ) 23,8 οὐ βδελύξῃ Ιδουμαῖον, ὅτι ἀδελφός σού ἐστιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: