Livre du Deutéronome
18,18 προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· ( ) 18,19 καὶ ὁ ἄνθρωπος, ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. ( Ac 3,23 , ) 18,20 πλὴν ὁ προφήτης, ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα, ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐπ ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος. ( ) 18,21 ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου Πῶς γνωσόμεθα τὸ ῥῆμα, ὃ οὐκ ἐλάλησεν κύριος., ( ) 18,22 ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματι κυρίου, καὶ μὴ γένηται τὸ ῥῆμα καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα, ὃ οὐκ ἐλάλησεν κύριος· ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος, οὐκ ἀφέξεσθε αὐτοῦ. ( )

19,1 Ἐὰν δὲ ἀφανίσῃ κύριος ὁ θεός σου τὰ ἔθνη, ἃ ὁ θεός σου δίδωσίν σοι τὴν γῆν αὐτῶν, καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν,


19501 Bible des Peuples sur titre chapitre 2023-11-11: Les villes de refuge

2483 Bible des peuples sur verset 2018-11-24: Les Israélites avaient un sens très élevé de la solidarité familiale et l’esprit de vengeance. Lorsque quelqu’un avait été tué, même involontairement, la famille du mort devait tuer le coupable. Ici, nous voyons comment Dieu agit pour éduquer son peuple. Il était impossible d’attaquer directement une mentalité si enracinée. En désignant des villes de refuge pour ceux qui avaient tué involontairement, on limitait le droit de se faire justice soi-même, un droit qui disparaîtrait d’ailleurs plus tard.

( )
19,2 τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι. ( ) 19,3 στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου, ἣν καταμερίζει σοι κύριος ὁ θεός σου, καὶ ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ. ( ) 19,4 τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ, ὃς ἂν φύγῃ ἐκεῖ καὶ ζήσεται· ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ ἀκουσίως καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης, ( ) 19,5 καὶ ὃς ἂν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται, ( ) 19,6 ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος, ὅτι παρατεθέρμανται τῇ καρδίᾳ, καὶ καταλάβῃ αὐτόν, ἐὰν μακροτέρα ᾖ ἡ ὁδός, καὶ πατάξῃ αὐτοῦ τὴν ψυχήν, καὶ ἀποθάνῃ, καὶ τούτῳ οὐκ ἔστιν κρίσις θανάτου, ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ π ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: