Livre du Deutéronome
18,1 Οὐκ ἔσται τοῖς ἱερεῦσιν τοῖς Λευίταις, ὅλῃ φυλῇ Λευι, μερὶς οὐδὲ κλῆρος μετὰ Ισραηλ· καρπώματα κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά. ( ) 18,2 κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. ( ) 18,3 καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων, τὰ παρὰ τοῦ λαοῦ, παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον ἐάν τε πρόβατον· καὶ δώσει τῷ ἱερεῖ τὸν βραχίονα καὶ τὰ σιαγόνια καὶ τὸ ἔνυστρον. ( ) 18,4 καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ· ( ) 18,5 ὅτι αὐτὸν ἐξελέξατο κύριος ὁ θεός σου ἐκ πασῶν τῶν φυλῶν σου παρεστάναι ἔναντι κυρίου τοῦ θεοῦ σου λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ισραηλ. ( )

18,6 ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν ἐκ πάντων τῶν υἱῶν Ισραηλ, οὗ αὐτὸς παροικεῖ, καθότι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος,


2479 Bible des peuples sur verset 2018-11-24: S’ils viennent à Jérusalem (6), ils y auront encore droit, mais on ne les admet pas comme prêtres du Temple : voir la note en Nombres*18.1. Yahvé est son héritage (voir Nombres 18.20). Au départ c’était vrai sur le plan économique, puisque le sacerdoce dont ils avaient le monopole leur apportait leur subsistance, mais déjà ce ne pouvait être vrai que grâce aux dîmes. Le Psaume 16(15).5 reprend cette déclaration dans un tout autre sens : celui qui s’est donné à Dieu est assez riche pour ne pas désirer davantage.

( )
18,7 καὶ λειτουργήσει τῷ ὀνόματι κυρίου τοῦ θεοῦ αὐτοῦ ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἔναντι κυρίου· ( ) 18,8 μερίδα μεμερισμένην φάγεται πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν. ( ) 18,9 Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν κύριος ὁ θεός σου δίδωσίν σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. ( ) 18,10 οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακός, ( ) 18,11 ἐπαείδων ἐπαοιδήν, ἐγγαστρίμυθος καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: