Livre du Deutéronome
15,9 πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ βοήσεται κατὰ σοῦ πρὸς κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρ ( ) 15,10 διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου. ( ) 15,11 οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου. ( ) 15,12 Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Εβραῖος ἢ ἡ Εβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ. ( ) 15,13 ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· ( )

15,14 ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τῆς ληνοῦ σου· καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου, δώσεις αὐτῷ.


( )
15,15 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο. ( ) 15,16 ἐὰν δὲ λέγῃ πρὸς σέ Οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου, ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί, ( ) 15,17 καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως. ( ) 15,18 οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη· καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς. ( ) 15,19 Πᾶν πρωτότοκον, ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσίν σου καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικά, ἁγιάσεις κυρίῳ τῷ θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου καὶ οὐ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: