Livre du Deutéronome
14,12 καὶ ταῦτα οὐ φάγεσθε ἀπ αὐτῶν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον ( ) 14,13 καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ ( ) 14,14 καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ ( ) 14,15 καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον ( ) 14,16 καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν ( )

14,17 καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα


( )
14,18 καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα. ( ) 14,19 πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν, οὐ φάγεσθε ἀπ αὐτῶν. ( ) 14,20 πᾶν πετεινὸν καθαρὸν φάγεσθε. ( ) 14,21 πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσίν σου δοθήσεται, καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου. – οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. ( ) 14,22 Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ ἐνιαυτόν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: