Livre du Deutéronome
13,15 καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθὴς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν, ( ) 13,16 ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ ( ) 13,17 καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου, καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι. ( ) 13,18 οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραφῇ κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε, ὃν τρόπον ὤμοσεν κύριος τοῖς πατράσιν σου, ( ) 13,19 ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου. ( )

14,1 Υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν· οὐ φοιβήσετε, οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ·


2464 Bible des peuples sur verset 2018-11-24: À propos de ce mort, qui pourrait être le Baal de Moab, voir la note en Lévitique*19.27.

( )
14,2 ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου, καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς. ( ) 14,3 Οὐ φάγεσθε πᾶν βδέλυγμα. ( ) 14,4 ταῦτα τὰ κτήνη, ἃ φάγεσθε· μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν, ( ) 14,5 ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν· ( ) 14,6 πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 1 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 441,