Livre du Deutéronome
9,22 καὶ ἐν τῷ Ἐμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ καὶ ἐν τοῖς Μνήμασιν τῆς ἐπιθυμίας παροξύνοντες ἦτε κύριον τὸν θεὸν ὑμῶν. ( ) 9,23 καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμᾶς ἐκ Καδης Βαρνη λέγων Ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ. ( ) 9,24 ἀπειθοῦντες ἦτε τὰ πρὸς κύριον ἀπὸ τῆς ἡμέρας, ἧς ἐγνώσθη ὑμῖν. ( ) 9,25 καὶ ἐδεήθην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην – εἶπεν γὰρ κύριος ἐξολεθρεῦσαι ὑμᾶσ ( ) 9,26 καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἶπα Κύριε κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίο ( )

9,27 μνήσθητι Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτῶν,


( )
9,28 μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν, ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες Παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ. ( ) 9,29 καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ. ( ) 10,1 Ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν κύριος πρός με Λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην· ( ) 10,2 καὶ γράψω ἐπὶ τὰς πλάκας τὰ ῥήματα, ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις, ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν. ( ) 10,3 καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ ἐλάξευσα τὰς δύο πλάκας τὰς λιθίνας ὡς αἱ πρῶται· καὶ ἀνέβην εἰς τὸ ὄρος, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: