Livre du Deutéronome
9,2 λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ενακ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας Τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ., ( Nb 13,22 , ) 9,3 καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτούς, καθάπερ εἶπέν σοι κύριος. ( ) 9,4 μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων Διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην· ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ π ( ) 9,5 οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, ( ) 9,6 καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. ( )

9,7 μνήσθητι μὴ ἐπιλάθῃ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς κύριον.


2456 Bible des peuples sur verset 2018-11-24: Dans les paragraphes qui suivent, l’auteur va rappeler les fautes d’Israël : il en avait déjà dit un mot dans le premier chapitre. On remarquera cette façon de fortifier l’amour de Yahvé par une conscience plus forte des trahisons du peuple et de l’inlassable patience de Dieu. L’amour fait découvrir l’injustice que jusque là on buvait comme l’eau ( Job 15.16), et en retour, la conscience du péché fait que l’amour soit plus humble et, par cela même, plus vrai ( Psaume 51(50) ; Luc 7.47). Il est certain que le rappel constant du péché peut être une façon de développer des complexes de culpabilité qui n’ont rien de sain ( Néhémie 8.9-12), mais on ne peut pas ignorer pour autant qu’à chaque instant nous fermons la porte aux appels d’en haut ( Cantique 5.2-6).

( )
9,8 καὶ ἐν Χωρηβ παρωξύνατε κύριον, καὶ ἐθυμώθη κύριος ἐφ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς ( ) 9,9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης, ἃς διέθετο κύριος πρὸς ὑμᾶς. καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. ( ) 9,10 καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ, καὶ ἐπ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας· ( ) 9,11 καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ τεσσαράκοντα νυκτῶν ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης. ( ) 9,12 καὶ εἶπεν κύριος πρός με Ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς χώνευμα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: