Livre du Deutéronome
7,22 καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια. ( ) 7,23 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλείᾳ μεγάλῃ, ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς, ( ) 7,24 καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολεθρεύσῃς αὐτούς. ( ) 7,25 τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ αὐτῶν καὶ οὐ λήμψῃ σεαυτῷ, μὴ πταίσῃς δι αὐτό, ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν· ( ) 7,26 καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστιν. ( )

8,1 Πάσας τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν.


19486 Bible des Peuples sur titre chapitre 2023-11-11: Lorsque tu posséderas tout, n'oublie pas ton Dieu

2452 Bible des peuples sur verset 2018-11-24: 8.1-5 indique le pourquoi de la longue marche dans le désert : c’était pour mettre Israël à l’épreuve Israël était pauvre, mais l’aide de Dieu ne lui a jamais manqué. Il t’a donné à manger la manne… il voulait t’apprendre que l’homme ne vit pas seulement de pain, mais que tout ce qui sort de la bouche de Dieu est vie pour l’homme. La manne qu’ils recevaient était le signe d’une autre nourriture dont les hommes ont besoin et qui vient de la bouche de Dieu : sa parole (voir commentaire d’ Exode*16.16). Cette parole sera citée par Jésus dans l’épisode de la Tentation au désert ( Matthieu 4.4).

( )
8,2 καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν, ἣν ἤγαγέν σε κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. ( ) 8,3 καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα, ὃ οὐκ εἴδησαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος. ( Mt 4,4 , Mc 6,35 , Lc 4,4 ) 8,4 τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη. ( ) 8,5 καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτως κύριος ὁ θεός σου παιδεύσει σε, ( ) 8,6 καὶ φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: