Livre de la Genèse
20,15 καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ Ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει. ( ) 20,16 τῇ δὲ Σαρρα εἶπεν Ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον. ( ) 20,17 προσηύξατο δὲ Αβρααμ πρὸς τὸν θεόν, καὶ ἰάσατο ὁ θεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον· ( ) 20,18 ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Αβιμελεχ ἕνεκεν Σαρρας τῆς γυναικὸς Αβρααμ. ( ) 21,1 Καὶ κύριος ἐπεσκέψατο τὴν Σαρραν, καθὰ εἶπεν, καὶ ἐποίησεν κύριος τῇ Σαρρα, καθὰ ἐλάλησεν, ( )

21,2 καὶ συλλαβοῦσα ἔτεκεν Σαρρα τῷ Αβρααμ υἱὸν εἰς τὸ γῆρας εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ κύριος.


( )
21,3 καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σαρρα, Ισαακ. ( ) 21,4 περιέτεμεν δὲ Αβρααμ τὸν Ισαακ τῇ ὀγδόῃ ἡμέρᾳ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός. ( ) 21,5 Αβρααμ δὲ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ισαακ ὁ υἱὸς αὐτοῦ. ( ) 21,6 εἶπεν δὲ Σαρρα Γέλωτά μοι ἐποίησεν κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. ( Gn 18,12 , ) 21,7 καὶ εἶπεν Τίς ἀναγγελεῖ τῷ Αβρααμ ὅτι θηλάζει παιδίον Σαρρα., ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρει μου. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-1-La Sainte Famille annee B,
trouve dans 0 document(s) de référence: