Livre du Deutéronome
7,15 καὶ περιελεῖ κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς, ἃς ἑώρακας καὶ ὅσα ἔγνως, οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε. ( ) 7,16 καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ κύριος ὁ θεός σου δίδωσίν σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ αὐτοῖς, καὶ οὐ λατρεύσεις τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστίν σοι. ( ) 7,17 Ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου ὅτι Πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολεθρεῦσαι αὐτούς., ( ) 7,18 οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τῷ Φαραω καὶ πᾶσι τοῖς Αἰγυπτίοις, ( ) 7,19 τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου· οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπ ( )

7,20 καὶ τὰς σφηκίας ἀποστελεῖ κύριος ὁ θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ.


( )
7,21 οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι κύριος ὁ θεός σου ἐν σοί, θεὸς μέγας καὶ κραταιός, ( ) 7,22 καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια. ( ) 7,23 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλείᾳ μεγάλῃ, ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς, ( ) 7,24 καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολεθρεύσῃς αὐτούς. ( ) 7,25 τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ αὐτῶν καὶ οὐ λήμψῃ σεαυτῷ, μὴ πταίσῃς δι αὐτό, ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: