Livre du Deutéronome
4,27 καὶ διασπερεῖ κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔθνεσιν καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει κύριος ὑμᾶς ἐκεῖ. ( ) 4,28 καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσιν. ( ) 4,29 καὶ ζητήσετε ἐκεῖ κύριον τὸν θεὸν ὑμῶν καὶ εὑρήσετε, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου· ( ) 4,30 καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ· ( ) 4,31 ὅτι θεὸς οἰκτίρμων κύριος ὁ θεός σου, οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς. ( )

4,32 ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονεν κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο·


19480 Bible des Peuples sur titre chapitre 2023-11-11: Vous avez été choisis par Dieu

2434 Bible des peuples sur verset 2018-11-23: Est-il jamais rien arrivé de pareil ? Voir le commentaire de Deutéronome*4.9. Bien des personnes pensent que ce qui importe dans la Bible, c’est de “croire en Dieu”. Cette expression prête à confusion. La foi biblique ne consiste pas à croire que Dieu existe, ou qu’il est puissant, ou qu’il peut nous aider ; ce qui compte, c’est que Dieu a choisi Israël pour une mission unique dans le monde, que Dieu est le Dieu unique et qu’Israël diffère de toutes les autres nations.

( )
4,33 εἰ ἀκήκοεν ἔθνος φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας· ( ) 4,34 εἰ ἐπείρασεν ὁ θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα, ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου ( ) 4,35 ὥστε εἰδῆσαί σε ὅτι κύριος ὁ θεός σου, οὗτος θεός ἐστιν, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. ( ) 4,36 ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός. ( ) 4,37 διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τῇ ἰσχύι αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου ( )



trouve dans 1 passage(s): Les dix commandements,
trouve dans 1 liturgie(s): Dimanche-1-Sainte Trinité annee B,
trouve dans 0 document(s) de référence: