Livre du Deutéronome
4,22 ἐγὼ γὰρ ἀποθνῄσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ιορδάνην τοῦτον, ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην. ( ) 4,23 προσέχετε ὑμεῖς, μὴ ἐπιλάθησθε τὴν διαθήκην κυρίου τοῦ θεοῦ ὑμῶν, ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων, ὧν συνέταξεν κύριος ὁ θεός σου· ( ) 4,24 ὅτι κύριος ὁ θεός σου πῦρ καταναλίσκον ἐστίν, θεὸς ζηλωτής. ( Ps 130,1 , ) 4,25 Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν, ( ) 4,26 διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν· οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ αὐτῆς, ἀλλ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε. ( )

4,27 καὶ διασπερεῖ κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔθνεσιν καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει κύριος ὑμᾶς ἐκεῖ.


2432 Bible des peuples sur verset 2018-11-23: Ce paragraphe se présente comme une prophétie de Moïse. En réalité l’auteur décrit une réalité qu’il a sous les yeux et il veut montrer à Israël qu’il en porte la responsabilité. Dieu lui a offert la terre et il l’a perdue par sa faute. Mais il ouvre aussi l’avenir : les épreuves et l’exil sont le temps où il faut se convertir et revenir à la fidélité totale à Yahvé. C’est ainsi qu’on récupérera la terre. La situation de l’exil à Babylone est bien décrite aux versets 25-36. La population fut soumise aux lois du vainqueur et dut accepter les coutumes les institutions et la vie religieuse du pays. Puisqu’on n’avait pas servi Yahvé, il fallait maintenant servir des dieux étrangers. Le retour au pays sera donc vu comme la grande opportunité offerte à Israël pour redécouvrir son identité.

( )
4,28 καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσιν. ( ) 4,29 καὶ ζητήσετε ἐκεῖ κύριον τὸν θεὸν ὑμῶν καὶ εὑρήσετε, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου· ( ) 4,30 καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ· ( ) 4,31 ὅτι θεὸς οἰκτίρμων κύριος ὁ θεός σου, οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς. ( ) 4,32 ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονεν κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: