Livre du Deutéronome
4,1 Καὶ νῦν, Ισραηλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. ( Mc 2,18 , ) 4,2 οὐ προσθήσετε πρὸς τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. ( ) 4,3 οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα, ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τῷ Βεελφεγωρ, ὅτι πᾶς ἄνθρωπος, ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγωρ, ἐξέτριψεν αὐτὸν κύριος ὁ θεὸς ὑμῶν ἐξ ὑμῶν· ( ) 4,4 ὑμεῖς δὲ οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον. ( Ml 3,6 , ) 4,5 ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις, καθὰ ἐνετείλατό μοι κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν· ( )

4,6 καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν Ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.


( )
4,7 ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ θεὸς ἐγγίζων αὐτοῖς ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν, οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα., ( ) 4,8 καὶ ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον, ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον., ( ) 4,9 πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου ( ) 4,10 ἡμέραν, ἣν ἔστητε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε εἶπεν κύριος πρός με Ἐκκλησίασον πρός με τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς α ( ) 4,11 καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη. ( )



trouve dans 1 passage(s): Les dix commandements,
trouve dans 1 liturgie(s): Dimanche-22-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: