Livre du Deutéronome
3,9 [οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ, καὶ ὁ Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανιρ], ( ) 3,10 πᾶσαι πόλεις Μισωρ καὶ πᾶσα Γαλααδ καὶ πᾶσα Βασαν ἕως Σελχα καὶ Εδραιν, πόλεις βασιλείας τοῦ Ωγ ἐν τῇ Βασαν. ( ) 3,11 ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τῶν Ραφαιν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Αμμων, ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός. ( ) 3,12 καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβην καὶ τῷ Γαδ. ( ) 3,13 καὶ τὸ κατάλοιπον τοῦ Γαλααδ καὶ πᾶσαν τὴν Βασαν, βασιλείαν Ωγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασση καὶ πᾶσαν περίχωρον Αργοβ, πᾶσαν τὴν Βασαν ἐκείνην· γῆ Ραφαιν λογισθήσεται. ( )

3,14 καὶ Ιαιρ υἱὸς Μανασση ἔλαβεν πᾶσαν τὴν περίχωρον Αργοβ ἕως τῶν ὁρίων Γαργασι καὶ Ομαχαθι· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασαν Αυωθ Ιαιρ ἕως τῆς ἡμέρας ταύτης.


( )
3,15 καὶ τῷ Μαχιρ ἔδωκα τὴν Γαλααδ. ( ) 3,16 καὶ τῷ Ρουβην καὶ τῷ Γαδ δέδωκα ἀπὸ τῆς Γαλααδ ἕως χειμάρρου Αρνων [μέσον τοῦ χειμάρρου ὅριον] καὶ ἕως τοῦ Ιαβοκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Αμμαν· ( ) 3,17 καὶ ἡ Αραβα καὶ ὁ Ιορδάνης ὅριον Μαχαναρεθ καὶ ἕως θαλάσσης Αραβα, θαλάσσης ἁλυκῆς, ὑπὸ Ασηδωθ τὴν Φασγα ἀνατολῶν. ( ) 3,18 καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Κύριος ὁ θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ, πᾶς δυνατός· ( ) 3,19 πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν – οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν – κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: