Livre du Deutéronome
3,3 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. ( ) 3,4 καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν, ( ) 3,5 πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. ( ) 3,6 ἐξωλεθρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία· ( ) 3,7 καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. ( )

3,8 Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου ἀπὸ τοῦ χειμάρρου Αρνων καὶ ἕως Αερμων


( )
3,9 [οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ, καὶ ὁ Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανιρ], ( ) 3,10 πᾶσαι πόλεις Μισωρ καὶ πᾶσα Γαλααδ καὶ πᾶσα Βασαν ἕως Σελχα καὶ Εδραιν, πόλεις βασιλείας τοῦ Ωγ ἐν τῇ Βασαν. ( ) 3,11 ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τῶν Ραφαιν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Αμμων, ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός. ( ) 3,12 καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβην καὶ τῷ Γαδ. ( ) 3,13 καὶ τὸ κατάλοιπον τοῦ Γαλααδ καὶ πᾶσαν τὴν Βασαν, βασιλείαν Ωγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασση καὶ πᾶσαν περίχωρον Αργοβ, πᾶσαν τὴν Βασαν ἐκείνην· γῆ Ραφαιν λογισθήσεται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: