Livre du Deutéronome
3,2 καὶ εἶπεν κύριος πρός με Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων. ( ) 3,3 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. ( ) 3,4 καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν, ( ) 3,5 πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. ( ) 3,6 ἐξωλεθρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία· ( )

3,7 καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.


( )
3,8 Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου ἀπὸ τοῦ χειμάρρου Αρνων καὶ ἕως Αερμων ( ) 3,9 [οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ, καὶ ὁ Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανιρ], ( ) 3,10 πᾶσαι πόλεις Μισωρ καὶ πᾶσα Γαλααδ καὶ πᾶσα Βασαν ἕως Σελχα καὶ Εδραιν, πόλεις βασιλείας τοῦ Ωγ ἐν τῇ Βασαν. ( ) 3,11 ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τῶν Ραφαιν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Αμμων, ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός. ( ) 3,12 καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβην καὶ τῷ Γαδ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: