Livre du Deutéronome
2,27 Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά· ( ) 2,28 βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν, ( ) 2,29 καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικοῦντες ἐν Σηιρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Αροηρ, ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. ( ) 2,30 καὶ οὐκ ἠθέλησεν Σηων βασιλεὺς Εσεβων παρελθεῖν ἡμᾶς δι αὐτοῦ, ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. ( ) 2,31 καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. ( )

2,32 καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ιασσα.


( )
2,33 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ( ) 2,34 καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν· ( ) 2,35 πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν. ( ) 2,36 ἐξ Αροηρ, ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήθη πόλις, ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν· ( ) 2,37 πλὴν εἰς γῆν υἱῶν Αμμων οὐ προσήλθομεν, πάντα τὰ συγκυροῦντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο ἡμῖν κύριος ὁ θεὸς ἡμῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: