Livre des Nombres
34,14 ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν, ( ) 34,15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ ἀνατολάς. ( ) 34,16 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 34,17 Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη. ( ) 34,18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν. ( )

34,19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη·


( )
34,20 τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ· ( ) 34,21 τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων· ( ) 34,22 τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι· ( ) 34,23 τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι, ( ) 34,24 τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: