Livre des Nombres
34,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 34,2 Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς. ( ) 34,3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν· ( ) 34,4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα· ( ) 34,5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα. ( )

34,6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.


( )
34,7 καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος· ( ) 34,8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα· ( ) 34,9 καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ. ( ) 34,10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα· ( ) 34,11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: