Livre des Nombres
31,46 καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες – ( ) 31,47 καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. ( ) 31,48 Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι, ( ) 31,49 καὶ εἶπαν πρὸς Μωυσῆν Οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ ἡμῶν, καὶ οὐ διαπεφώνηκεν ἀπ αὐτῶν οὐδὲ εἷς· ( ) 31,50 καὶ προσενηνόχαμεν τὸ δῶρον κυρίῳ, ἀνὴρ ὃ εὗρεν σκεῦος χρυσοῦν, χλιδῶνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι κυρίου. ( )

31,51 καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ αὐτῶν, πᾶν σκεῦος εἰργασμένον·


( )
31,52 καὶ ἐγένετο πᾶν τὸ χρυσίον, τὸ ἀφαίρεμα, ὃ ἀφεῖλον κυρίῳ, ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων. ( ) 31,53 καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ. ( ) 31,54 καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου. ( ) 32,1 Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν. ( ) 32,2 καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: