Livre des Nombres
27,23 καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτοῦ ἐπ αὐτὸν καὶ συνέστησεν αὐτόν, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ. ( ) 28,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 28,2 Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων Τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. ( ) 28,3 καὶ ἐρεῖς πρὸς αὐτούς Ταῦτα τὰ καρπώματα, ὅσα προσάξετε κυρίῳ· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς, ( ) 28,4 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· ( )

28,5 καὶ ποιήσεις τὸ δέκατον τοῦ οιφι σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν.


( )
28,6 ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σινα εἰς ὀσμὴν εὐωδίας κυρίῳ· ( ) 28,7 καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ιν τῷ ἀμνῷ τῷ ἑνί, ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σικερα κυρίῳ. ( ) 28,8 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας κυρίῳ. ( ) 28,9 Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν ( ) 28,10 ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς καὶ τὴν σπονδὴν αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: