Livre des Nombres
26,47 πάντες οἱ δῆμοι Σαμι κατ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι. ( ) 26,48 Υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν· τῷ Ασιηλ δῆμος ὁ Ασιηλι· τῷ Γαυνι δῆμος ὁ Γαυνι· ( ) 26,49 τῷ Ιεσερ δῆμος ὁ Ιεσερι· τῷ Σελλημ δῆμος ὁ Σελλημι. ( ) 26,50 οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι. ( ) 26,52 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( )

26,53 Τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·


( )
26,54 τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν. ( ) 26,55 διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν· ( ) 26,56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων. ( ) 26,57 Καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν· τῷ Γεδσων δῆμος ὁ Γεδσωνι· τῷ Κααθ δῆμος ὁ Κααθι· τῷ Μεραρι δῆμος ὁ Μεραρι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: