Livre de la Genèse
18,24 ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς., οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ., ( ) 18,25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν., ( ) 18,26 εἶπεν δὲ κύριος Ἐὰν εὕρω ἐν Σοδομοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι αὐτούς. ( ) 18,27 καὶ ἀποκριθεὶς Αβρααμ εἶπεν Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ( ) 18,28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν., καὶ εἶπεν Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσαράκοντα πέντε. ( )

18,29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ εἶπεν Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα., καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.


( )
18,30 καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα., καὶ εἶπεν Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τριάκοντα. ( ) 18,31 καὶ εἶπεν Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι., καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι. ( ) 18,32 καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα., καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. ( Gn 19,8 , 1P 3,20 , ) 18,33 ἀπῆλθεν δὲ κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Αβρααμ, καὶ Αβρααμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. ( ) 19,1 Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σοδομα ἑσπέρας· Λωτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδομων. ἰδὼν δὲ Λωτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν ( )



trouve dans 1 passage(s): Sodome et Gomorrhe - Intercession d'Abraham,
trouve dans 1 liturgie(s): Dimanche-17-temps ordinaire annee C,
trouve dans 2 document(s) de référence: , § La Trinité 02 missions et apparitions § 19,