Livre des Nombres
25,16 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ( ) 25,17 Ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, ( ) 25,18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ. ( ) 26,1 Καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων ( ) 26,2 Λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ. ( )

26,3 καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων


( )
26,4 Ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. Καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου· ( ) 26,5 Ρουβην πρωτότοκος Ισραηλ. υἱοὶ δὲ Ρουβην· Ενωχ καὶ δῆμος τοῦ Ενωχ· τῷ Φαλλου δῆμος τοῦ Φαλλουι· ( ) 26,6 τῷ Ασρων δῆμος τοῦ Ασρωνι· τῷ Χαρμι δῆμος τοῦ Χαρμι. ( ) 26,7 οὗτοι δῆμοι Ρουβην· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. – ( ) 26,8 καὶ υἱοὶ Φαλλου· Ελιαβ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: