Livre des Nombres
25,11 Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου. ( ) 25,12 οὕτως εἰπόν Ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, ( ) 25,13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ. ( ) 25,14 τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων· ( ) 25,15 καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ, οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν. ( )

25,16 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων


( )
25,17 Ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, ( ) 25,18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ. ( ) 26,1 Καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων ( ) 26,2 Λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ. ( ) 26,3 καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: