Livre des Nombres
25,8 εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ισραηλ. ( ) 25,9 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες. ( ) 25,10 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 25,11 Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου. ( ) 25,12 οὕτως εἰπόν Ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, ( )

25,13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ.


4390 Bible des peuples sur verset 2019-01-04: Il s’est montré jaloux pour son Dieu: il n’a pas craint qu’on le traite de puritain, d’homme aux idées démodées et manquant de tolérance. Il ne s’est pas contenté de rire et de prendre des photos.

( )
25,14 τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων· ( ) 25,15 καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ, οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν. ( ) 25,16 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ( ) 25,17 Ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, ( ) 25,18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: