Livre des Nombres
24,20 καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀρχὴ ἐθνῶν Αμαληκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται. ( ) 24,21 καὶ ἰδὼν τὸν Καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου, ( ) 24,22 καὶ ἐὰν γένηται τῷ Βεωρ νεοσσιὰ πανουργίας, Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν. ( ) 24,23 καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ θεός., ( ) 24,24 καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων καὶ κακώσουσιν Ασσουρ καὶ κακώσουσιν Εβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται. ( )

24,25 καὶ ἀναστὰς Βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν.


( )
25,1 Καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωαβ. ( ) 25,2 καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν. ( ) 25,3 καὶ ἐτελέσθη Ισραηλ τῷ Βεελφεγωρ· καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ. ( ) 25,4 καὶ εἶπεν κύριος τῷ Μωυσῇ Λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ισραηλ. ( ) 25,5 καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ Ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: