Livre des Nombres
24,10 καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο· ( ) 24,11 νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα Τιμήσω σε, καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης. ( ) 24,12 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων ( ) 24,13 Ἐάν μοι δῷ Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ θεός, ταῦτα ἐρῶ., ( ) 24,14 καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ ἐσχάτου τῶν ἡμερῶν. ( )

24,15 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλααμ υἱὸς Βεωρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,


4388 Bible des peuples sur verset 2019-01-04: Il semblerait que par tous les moyens, même par la bouche de Balaam, Dieu veut proclamer au monde entier le merveilleux destin de son peuple. Nous soulignons ici le plus célèbre des poèmes, ou prophétie de Balaam (Nombres 24.15-19), qui annonce l’étoile de Jacob. Quand le poème fut écrit, cette étoile faisait allusion au roi David, choisi par Dieu pour inaugurer le Royaume de Dieu en terre d’Israël. Mais à travers lui nous reconnaissons un autre élu de Dieu, le Christ, celui qui demeure à jamais.

( )
24,16 ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ ( ) 24,17 Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωαβ καὶ προνομεύσει πάντας υἱοὺς Σηθ. ( Mt 2,1 , ) 24,18 καὶ ἔσται Εδωμ κληρονομία, καὶ ἔσται κληρονομία Ησαυ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι. ( ) 24,19 καὶ ἐξεγερθήσεται ἐξ Ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως. ( ) 24,20 καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀρχὴ ἐθνῶν Αμαληκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: