Livre des Nombres
24,1 καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν Ισραηλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον. ( ) 24,2 καὶ ἐξάρας Βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς. καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ, ( ) 24,3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλααμ υἱὸς Βεωρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ( ) 24,4 φησὶν ἀκούων λόγια θεοῦ, ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ ( ) 24,5 Ὡς καλοί σου οἱ οἶκοι, Ιακωβ, αἱ σκηναί σου, Ισραηλ· ( )

24,6 ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξεν κύριος, ὡσεὶ κέδροι παρ ὕδατα.


( )
24,7 ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γωγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. ( ) 24,8 θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. ( ) 24,9 κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν., οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται. ( ) 24,10 καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο· ( ) 24,11 νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα Τιμήσω σε, καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: