Livre des Nombres
23,25 καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. ( ) 23,26 καὶ ἀποκριθεὶς Βαλααμ εἶπεν τῷ Βαλακ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα, ὃ ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο ποιήσω., ( ) 23,27 Καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν. ( ) 23,28 καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν τοῦ Φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον. ( ) 23,29 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. ( )

23,30 καὶ ἐποίησεν Βαλακ καθάπερ εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.


( )
24,1 καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν Ισραηλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον. ( ) 24,2 καὶ ἐξάρας Βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς. καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ, ( ) 24,3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλααμ υἱὸς Βεωρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ( ) 24,4 φησὶν ἀκούων λόγια θεοῦ, ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ ( ) 24,5 Ὡς καλοί σου οἱ οἶκοι, Ιακωβ, αἱ σκηναί σου, Ισραηλ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: