Livre des Nombres
23,16 καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις. ( ) 23,17 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλακ Τί ἐλάλησεν κύριος., ( ) 23,18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι, Βαλακ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφωρ. ( ) 23,19 οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει., λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ., ( He 11,1 , ) 23,20 ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. ( )

23,21 οὐκ ἔσται μόχθος ἐν Ιακωβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ· κύριος ὁ θεὸς αὐτοῦ μετ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.


( )
23,22 θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. ( ) 23,23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ· κατὰ καιρὸν ῥηθήσεται Ιακωβ καὶ τῷ Ισραηλ, τί ἐπιτελέσει ὁ θεός. ( ) 23,24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. ( ) 23,25 καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. ( ) 23,26 καὶ ἀποκριθεὶς Βαλααμ εἶπεν τῷ Βαλακ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα, ὃ ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο ποιήσω., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: