Livre des Nombres
23,12 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι., ( ) 23,13 Καὶ εἶπεν πρὸς αὐτὸν Βαλακ Δεῦρο ἔτι μετ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ ἢ μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. ( ) 23,14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. ( ) 23,15 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν. ( ) 23,16 καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις. ( )

23,17 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλακ Τί ἐλάλησεν κύριος.,


( )
23,18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι, Βαλακ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφωρ. ( ) 23,19 οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει., λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ., ( He 11,1 , ) 23,20 ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. ( ) 23,21 οὐκ ἔσται μόχθος ἐν Ιακωβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ· κύριος ὁ θεὸς αὐτοῦ μετ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. ( ) 23,22 θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: