Livre des Nombres
22,35 καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλααμ Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα, ὃ ἐὰν εἴπω πρὸς σέ, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ. ( ) 22,36 Καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωαβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Αρνων, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. ( ) 22,37 καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε., διὰ τί οὐκ ἤρχου πρός με., ὄντως οὐ δυνήσομαι τιμῆσαί σε., ( ) 22,38 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Ἰδοὺ ἥκω πρὸς σέ· νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι., τὸ ῥῆμα, ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. ( ) 22,39 καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων. ( )

22,40 καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ Βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ αὐτοῦ.


( )
22,41 καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ. ( ) 23,1 καὶ εἶπεν Βαλααμ τῷ Βαλακ Οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. ( ) 23,2 καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. ( ) 23,3 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν. ( ) 23,4 καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλααμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλααμ Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: