Livre des Nombres
21,9 καὶ ἐποίησεν Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη. ( ) 21,10 Καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν Ωβωθ. ( ) 21,11 καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου. ( ) 21,12 ἐκεῖθεν ἀπῆραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρετ. ( ) 21,13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Αρνων ἐν τῇ ἐρήμῳ τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Αμορραίων· ἔστιν γὰρ Αρνων ὅρια Μωαβ ἀνὰ μέσον Μωαβ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου. ( )

21,14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ Πόλεμος τοῦ κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων,


( )
21,15 καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ηρ καὶ πρόσκειται τοῖς ὁρίοις Μωαβ. ( ) 21,16 καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτό ἐστιν τὸ φρέαρ, ὃ εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν. ( ) 21,17 τότε ᾖσεν Ισραηλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος Ἐξάρχετε αὐτῷ· ( ) 21,18 φρέαρ, ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναιν· ( ) 21,19 καὶ ἀπὸ Μανθαναιν εἰς Νααλιηλ· καὶ ἀπὸ Νααλιηλ εἰς Βαμωθ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: