Livre de la Genèse
18,7 καὶ εἰς τὰς βόας ἔδραμεν Αβρααμ καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν καὶ ἔδωκεν τῷ παιδί, καὶ ἐτάχυνεν τοῦ ποιῆσαι αὐτό. ( ) 18,8 ἔλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον, ὃ ἐποίησεν, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἐφάγοσαν· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον. ( ) 18,9 Εἶπεν δὲ πρὸς αὐτόν Ποῦ Σαρρα ἡ γυνή σου., ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἰδοὺ ἐν τῇ σκηνῇ. ( ) 18,10 εἶπεν δέ Ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σαρρα ἡ γυνή σου. Σαρρα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ. ( Mt 1,20 , ) 18,11 Αβρααμ δὲ καὶ Σαρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπεν δὲ Σαρρα γίνεσθαι τὰ γυναικεῖα. ( )

18,12 ἐγέλασεν δὲ Σαρρα ἐν ἑαυτῇ λέγουσα Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.


60 BST - Olivier sur verset 2000-07-31: Isaac: Itzak: il a rit: d'où le nom Annonciation. Lâcheté d'Abraham envers sa femme Sarah

( Gn 21,6 , )
18,13 καὶ εἶπεν κύριος πρὸς Αβρααμ Τί ὅτι ἐγέλασεν Σαρρα ἐν ἑαυτῇ λέγουσα Ἆρά γε ἀληθῶς τέξομαι., ἐγὼ δὲ γεγήρακα. ( ) 18,14 μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα., εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σαρρα υἱός. ( ) 18,15 ἠρνήσατο δὲ Σαρρα λέγουσα Οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν Οὐχί, ἀλλὰ ἐγέλασας. ( ) 18,16 Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας, Αβρααμ δὲ συνεπορεύετο μετ αὐτῶν συμπροπέμπων αὐτούς. ( ) 18,17 ὁ δὲ κύριος εἶπεν Μὴ κρύψω ἐγὼ ἀπὸ Αβρααμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: , § La Trinité 02 missions et apparitions § 19,