Livre des Nombres
19,5 καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται. ( ) 19,6 καὶ λήμψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. ( ) 19,7 καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. ( ) 19,8 καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. ( ) 19,9 καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ισραηλ εἰς διατήρησιν, ὕδωρ ῥαντισμοῦ· ἅγνισμά ἐστιν. ( )

19,10 καὶ πλυνεῖ τὰ ἱμάτια ὁ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τοῖς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον.


( )
19,11 Ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· ( ) 19,12 οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται. ( ) 19,13 πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ, καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν κυρίου ἐμίανεν· ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ· ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ αὐτόν, ἀκάθαρτός ἐστιν, ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστιν. ( ) 19,14 Καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας· ( ) 19,15 καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ αὐτῷ, ἀκάθαρτά ἐστιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: