Livre des Nombres
18,23 καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κληρονομίαν· ( ) 18,24 ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ισραηλ, ὅσα ἂν ἀφορίσωσιν κυρίῳ ἀφαίρεμα, δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς Ἐν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κλῆρον. ( ) 18,25 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 18,26 Καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ισραηλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ αὐτοῦ ἀφαίρεμα κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου. ( ) 18,27 καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ. ( )

18,28 οὕτως ἀφελεῖτε καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ισραηλ, καὶ δώσετε ἀπ αὐτῶν ἀφαίρεμα κυρίῳ Ααρων τῷ ἱερεῖ.


( )
18,29 ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ αὐτοῦ. ( ) 18,30 καὶ ἐρεῖς πρὸς αὐτούς Ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ. ( ) 18,31 καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ( ) 18,32 καὶ οὐ λήμψεσθε δι αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ισραηλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε. ( ) 19,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: