Livre des Nombres
17,24 καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ. ( ) 17,25 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν. ( ) 17,26 καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν. ( ) 17,27 Καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες Ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα· ( ) 17,28 πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει· ἕως εἰς τέλος ἀποθάνωμεν., ( )

18,1 Καὶ εἶπεν κύριος πρὸς Ααρων λέγων Σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.


4375 Bible des peuples sur verset 2019-01-04: Ce chapitre réaffirme plus qu’aucun autre la supériorité des prêtres sur les simples lévites. On sait que jusqu’à la réforme de Josias on ne faisait pas de distinction entre ces deux termes. La venue à Jérusalem de tous ceux qui officiaient dans les sanctuaires de province maintenant éliminés fut l’occasion de les réduire à un rang inférieur à celui des prêtres du Temple de Jérusalem. C’est alors qu’on voulut enraciner cette situation nouvelle jusque dans les livres de Moïse, et l’on y inscrivit la distinction entre lévites et “fils d’Aaron”. On trouve déjà là les préoccupations et les mesures de défense des castes privilégiées qui, jusque dans l’Église, ont nourri le cléricalisme.

( )
18,2 καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευι, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου. ( ) 18,3 καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς, πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς. ( ) 18,4 καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς, καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ. ( ) 18,5 καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ισραηλ. ( ) 18,6 καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ δόμα δεδομένον κυρίῳ λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: