Livre des Nombres
17,20 καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἐὰν ἐκλέξωμαι αὐτόν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ ὑμῖν. ( ) 17,21 καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἡ ῥάβδος Ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν. ( ) 17,22 καὶ ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. ( ) 17,23 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ααρων εἰς οἶκον Λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα. ( ) 17,24 καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ. ( )

17,25 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν.


( )
17,26 καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν. ( ) 17,27 Καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες Ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα· ( ) 17,28 πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει· ἕως εἰς τέλος ἀποθάνωμεν., ( ) 18,1 Καὶ εἶπεν κύριος πρὸς Ααρων λέγων Σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν. ( ) 18,2 καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευι, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: