Livre des Nombres
17,12 καὶ ἔλαβεν Ααρων, καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ ( ) 17,13 καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις. ( ) 17,14 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε. ( ) 17,15 καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις. ( ) 17,16 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( )

17,17 Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβὲ παρ αὐτῶν ῥάβδον ῥάβδον κατ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ.


4374 Bible des peuples sur verset 2019-01-04: Le récit sera encore plus clair si l’on sait qu’en hébreu le même mot désigne à la fois la baguette et la tribu.

( )
17,18 καὶ τὸ ὄνομα Ααρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευι· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν. ( ) 17,19 καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ. ( ) 17,20 καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἐὰν ἐκλέξωμαι αὐτόν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ ὑμῖν. ( ) 17,21 καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἡ ῥάβδος Ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν. ( ) 17,22 καὶ ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: