Livre des Nombres
16,30 ἀλλ ἢ ἐν φάσματι δείξει κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον. ( ) 16,31 ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν, ( ) 16,32 καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορε καὶ τὰ κτήνη αὐτῶν. ( 2R 14,6 , ) 16,33 καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς. ( ) 16,34 καὶ πᾶς Ισραηλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες Μήποτε καταπίῃ ἡμᾶς ἡ γῆ. ( )

16,35 καὶ πῦρ ἐξῆλθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.


( )
17,1 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ( ) 17,2 καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν ( ) 17,3 τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ισραηλ. ( ) 17,4 καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ, ( ) 17,5 μνημόσυνον τοῖς υἱοῖς Ισραηλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: