Livre des Nombres
15,22 Ὅταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησεν κύριος πρὸς Μωυσῆν, ( ) 15,23 καθὰ συνέταξεν κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας, ἧς συνέταξεν κύριος πρὸς ὑμᾶς, καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν, ( ) 15,24 καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. ( ) 15,25 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ισραηλ, καὶ ἀφεθήσεται αὐτοῖς· ὅτι ἀκούσιόν ἐστιν, καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι κυρίου περὶ τῶν ἀκουσίων αὐτῶν. ( ) 15,26 καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον. – ( )

15,27 ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας,


( )
15,28 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ. ( ) 15,29 τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἂν ποιήσῃ ἀκουσίως. ( ) 15,30 καὶ ψυχή, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν θεὸν οὗτος παροξύνει· ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ( ) 15,31 ὅτι τὸ ῥῆμα κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν, ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ. ( ) 15,32 Καὶ ἦσαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: