Livre des Nombres
14,20 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου· ( ) 14,21 ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν γῆν, ( ) 14,22 ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα, ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς, ( Ex 7,3 , ) 14,23 ἦ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, ἀλλ ἢ τὰ τέκνα αὐτῶν, ἅ ἐστιν μετ ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν, πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν. ( ) 14,24 ὁ δὲ παῖς μου Χαλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέν μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν, εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν. ( )

14,25 ὁ δὲ Αμαληκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν.


( )
14,26 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων ( ) 14,27 Ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην., ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ, τὴν γόγγυσιν τῶν υἱῶν Ισραηλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα. ( ) 14,28 εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, λέγει κύριος, ἦ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτως ποιήσω ὑμῖν· ( ) 14,29 ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπ ἐμοί· ( ) 14,30 εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν, ἐφ ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ αὐτῆς, ἀλλ ἢ Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: